У нас вы можете посмотреть бесплатно Αντίφωνο ΙΕ' της Μεγάλης Παρασκευής μετά του Καθίσματος или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Αντίφωνο ΙΕ' της Μεγάλης Παρασκευής μετά του Καθίσματος, ήχος πλάγιος του β', το κάθισμα ήχος δ'. Ψάλει χορός Βατοπαιδινών Πατέρων. Από το CD: "Μεγάλη Παρασκευή" Σήμερον κρεμᾶται ἐπὶ ξύλου, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. Στέφανον ἐξ ἀκανθῶν περιτίθεται, ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψευδῆ πορφύραν περιβάλλεται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο, ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας τὸν Ἀδάμ. Ἥλοις προσηλώθη, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. Δεῖξον ἡμῖν, καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν. Μὴ ὡς Ἰουδαῖοι ἑορτάσωμεν· καὶ γὰρ τὸ Πάσχα ἡμῶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστὸς ὁ Θεός, ἀλλ' ἐκκαθάρωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ, καὶ εἰλικρινῶς δεηθῶμεν αὐτῷ. Ἀνάστα Κύριε, σῶσον ἡμᾶς ὡς φιλάνθρωπος. Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν σταυρωθέντα, Θεὸν ἡμῶν ὑμνοῦμεν. Ἐλέησον ἡμᾶς. Δόξα... Καὶ νῦν... Θεοτοκίον Ὁρῶσά σε κρεμάμενον, Χριστέ, ἡ σὲ κυήσασα, ἀνεβόα· Τί τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ πηγνύμενος, ζωῆς χορηγὲ; Κάθισμα Ἦχος δ' Ἐξηγόρασας ἡμᾶς, ἐκ τῆς καταρας τοῦ νόμου, τῷ τιμίῳ σου Αἵματι, τῷ σταυρῷ προσηλωθείς, καὶ τῇ λόγχῃ κεντηθείς, τὴν ἀθανασίαν ἐπήγασας ἀνθρώποις. Σωτὴρ ἡμῶν δόξα σοι.