У нас вы можете посмотреть бесплатно %#@ Ι.Ν ΑΓΊΑΣ ΕΥΑΓΓΕΛΙΣΤΡΊΑΣ ΝΊΚΑΙΑΣ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Παρασκευή 14 Μαρτίου 2025 Χαιρετισμοί της Παναγίας μας απόψε ! Β' Στάσις Ἤκουσαν oἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον· Χαῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ, χαῖρε, αὐλὴ λογικῶν προβάτων. Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον, χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον. Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ, χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς. Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα, χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος. Χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα, χαῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα. Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης, χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν. Χαῖρε, Νύμφη ἀνύμφευτε. Θεοδρόμον ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες· Ἀλληλούια. Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένῃ· Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ, χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας. Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα, χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα. Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς, χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν. Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας, χαῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων. Χαῖρε πυρὸς προσκύνησιν παύσασα, χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα. Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης, χαῖρε, πασῶν γενεῶν εὐφροσύνη. Χαῖρε, Νύμφη ἀνύμφευτε. Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν· Ἀλληλούια. Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας ἐδίωξας, τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ρυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον· Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων, χαῖρε, κατάπτωσ