У нас вы можете посмотреть бесплатно ΠΡΟΣ ΤΙΝΑ ΚΑΤΑΦΥΓΩ ΑΛΛΗΝ ΑΓΝΗ ΠΟΥ ΠΡΟΣΔΡΑΜΩ ΛΟΙΠΟΝ ΚΑΙ ΣΩΘΗΣΟΜΑΙ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνή; που προσδράμω λοιπὸν καὶ σωθήσομαι; που πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θέρμην ἀντίληψιν; ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σε μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαῤῥῶν κατέφυγον. Οὐκ ἐστιν ἀριθμήσασθαι δυνατὸν μεγαλεία τὰ σά, Θεονύμφευτε, καὶ τὸν βυθόν τὸν ἀνεξερεύνητον ἐξειπεῖν, τῶν ὑπὲρ νοῦν θαυμάτων σου, τῶν τετελεσμένων διηνεκῶς, τοῖς πόθῳ σε τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν. Ἐν ὕμνοις εὐχαρίστοις δοξολογώ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καί τὴν πολλὴν δύναμιν σου πᾶσιν ὁμολογῶ, καὶ τὰς εὐεργεσίας σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω, μεγαλύνω, ψυχὴ τε καὶ καρδία, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε. Τὴν δέησιν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα καὶ στεναγμὸν ἀλλ’ ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πληρῶσoν δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρός τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.