Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб ΘΕΟΜΗΤΟΡΟΣ ▸ † ΚΥΡΙΑΚΗ ΚΔ΄ (Ι΄ ΛΟΥΚΑ) 8/12/2024 ✥ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ κ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ в хорошем качестве

ΘΕΟΜΗΤΟΡΟΣ ▸ † ΚΥΡΙΑΚΗ ΚΔ΄ (Ι΄ ΛΟΥΚΑ) 8/12/2024 ✥ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ κ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ Трансляция закончилась 3 дня назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



ΘΕΟΜΗΤΟΡΟΣ ▸ † ΚΥΡΙΑΚΗ ΚΔ΄ (Ι΄ ΛΟΥΚΑ) 8/12/2024 ✥ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΡΘΡΟΥ κ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

Προεόρτια τῆς συλλήψεως τῆς ἁγίας Ἄννης, Παταπίου ὁσίου (η΄ αἰ.). Σωσθένους, Ἀπολλώ, Τυχικοῦ κ.λπ. ἐκ τῶν 70 (α΄ αἰ.)· Παρθενίου ὁσίου τοῦ ἐν Χίῳ. ΑΠΟΣΤΟΛΟΣ (Ἐφεσ. β΄ 14-22) Αδελφοί, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν πατέρα. Ἂρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ε΄ 1-11) Τῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ Ἰησοῦς ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. Καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. Ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· Ὑποκριτά· ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; Ταύτην δὲ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; Καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ' αὐτοῦ. Μετάφραση Εκεῖνο τόν καιρό, ἓνα Σάββατο δίδασκε ὁ Ἰησοῦς σέ μία συναγωγή. Ἐκεῖ βρισκόταν καί μιά γυναίκα, δεκαοχτώ χρόνια ἄρρωστη ἀπό δαιμονικό πνεῦμα. Ἦταν κυρτωμένη καί δέν μποροῦσε καθόλου νά ἰσιώσει τό σῶμα της. Ὅταν τήν εἶδε ὁ Ἰησοῦς, τή φώναξε καί τῆς εἶπε: «Γυναίκα, ἀπαλλάσσεσαι ἀπό τήν ἀρρώστια σου». Ἔβαλε πάνω της τά χέρια του κι ἀμέσως ἐκείνη ὀρθώθηκε καί δόξαζε τό Θεό. Ὁ ἀρχισυνάγωγος ὅμως, ἀγανακτισμένος πού ὁ Ἰησοῦς ἔκανε τή θεραπεία τό Σάββατο, γύρισε στό πλῆθος καί εἶπε: «Ὑπάρχουν ἕξι μέρες πού ἐπιτρέπεται νά ἐργάζεται κανείς· μέσα σ΄ αὐτές, λοιπόν, νά ἔρχεστε καί νά θεραπεύεστε, καί ὄχι τό Σάββατο». Ὁ Κύριος του ἀπάντησε: «Ὑποκριτῆ! Ὁ καθένας σας δέ λύνει τό βόδι του ἤ τό γαϊδούρι του ἀπό τό παχνί τό Σάββατο καί πάει νά τό ποτίσει; Κι αὐτή, πού εἶναι ἀπόγονός τοῦ Ἀβραάμ, καί ὁ σατανᾶς τήν εἶχε δεμένη δεκαοχτώ χρόνια, δέν ἔπρεπε νά λυθεῖ ἀπ΄ αὐτά τά δεσμά τό Σάββατο;» Μέ τά λόγια του αὐτά ντροπιάζονταν ὅλοι οἱ ἀντίπαλοί του κι ὁ κόσμος χαιρόταν γιά ὅλα τά θαυμαστά πού ἔκανε ὁ Ἰησοῦς. ══════════════════════════⊹ Ἀπολυτίκιον τῆς Κοιμήσεως τῆς Θεοτόκου ⊹═════════════════════════ Ἦχος α’ Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν. ══════════════════════════════════⊹≼ Ἀπολυτίκια ≽⊹═══════════════════════════════════ Ἁγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως Ἦχος α’. Τῆς ἐρήμου πολίτης. Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει γὰρ ἰάσεις παντοδαπὰς τοῖς εὐλαβῶς κραυγάζουσι. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυματώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα. Ἅγιοι Ραφαήλ, Νικόλαος, Εἰρήνη καὶ οἱ σὺν αὐτοῖς Ἦχος δ'. Ταχὺ προκατάλαβε. Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον. ───────────────────────────༺ Κοντάκιον πρὸ τῶν Χριστουγέννων ༻───────────────────────────── Ἦχος γ´. Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν. ──────────༺♰༻────────── Ἱερὸς Ναὸς Κοιμήσεως Θεοτόκου Ἄνω Καλαμακίου (Θεομήτορος) ═══════════════════════ 🔴 ▶    / @theomitoros   🌐 https://theomitoros.gr ✉ [email protected] 🏠︎ Θεομήτορος 21, Ἅλιμος

Comments